Ὠιδὴ α΄ . Ἦχος δ΄ . Ὁ Εἱρμός . Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος , καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί · καὶ ὀφθήσομαι , φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα
. Ὑπεραγία Θεοτόκε ,σῶσον ἡμᾶς . Χριστοῦ βίβλον ἔμψυχον , ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος , Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι · Χαῖρε χαρᾶς δοχεῖον , δι' ἧς τῆς Προμήτορος , ἀρὰ λυθήσεται. Ὑπεραγία Θεοτόκε ,σῶσον ἡμᾶς . Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ Ἄϊδου ἡ νέκρωσις , χαῖρε πανάμωμε , τὸ παλάτιον , τοῦ μόνου Βασιλέως · χαῖρε θρόνε πύρινε , τοῦ Παντοκράτορος. Δόξα Πατρί καὶ Υιῷ καὶ Ἁγίῳ Πνεύματι . Ρόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα · τὸ μῆλον τὸ εὔοσμον, χαῖρε η τέξασα · τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε , κόσμου διάσωσμα. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων ἁμήν. Ἁγνείας θησαύρισμα, χαῖρε, δι' ἧς ἐκ τοῦ πτώματος , ἡμῶν ἐξανέστημεν · χαῖρε ἡδήπνοον, κρίνον Δέσποινα, πιστούς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου