ἀπόσπασμα τῆς πατριαρχικῆς λειτουργίας στήν Ι.Μ τῆς Παναγίας Σουμελά στήν Τραπεζούντα "Πεποικιλμένη τῆ θεία δόξῃ ..." ἦχος α΄ ὠδὴ α΄ Πεποικιλμένη τῆ θεία δόξῃ ,ἡ ἱερὰ καὶ εὐκλεής ,Παρθένε μνήμη Σου, πάντας συνηγάγετο ,πρὸς εὐφροσύνην τοὺς πιστούς , ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ἄδοντας Μονογενεῖ · Ἐνδόξως ὅτι δεδόξασται . ὠδὴ γ΄ Ἡ δημιουργική,καὶ συνεκτικὴ τῶν ἁπάντων ,Θεοῦ σοφία καὶ δύναμις ,ἀκλινῆ ἀκράδαντον,τὴν Ἐκκλησίαν στήριξον Χριστὲ · μόνος γάρ εἶ Ἅγιος ,ὁ ἐν Ἁγίοις αναπαυόμενος. ὠδὴ η΄ Ἀνοῦμεν ,εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Φλόγα δροσίζουσα ὁσίους,δυσσεβείς δὲ καταφλέγουσαν , ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔειξε Παισί · ζωαρχικὴν δὲ πηγήν,εἰργάσατο τὴν Θεοτόκον ,φθορὰν θανάτου καὶ ζωὴν ,βλυστάνουσαν τοῖς μέλπουσι · Τὸν δημιουργὸν μόνον ὑμνοῦμεν ,οἱ λελυτρωμένοι ,καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. ὠδὴ θ΄ Αἱ γενεαὶ πάσαι, μακαρίζομέν Σε, τὴν μόνην Θεοτόκον.Νενίκηνται τῆς φύσεως οἱ ὅροι,ἐν Σοὶ Παρθένε ἄχραντε ·παρθενεύει γὰρ τόκος,καὶ ζωὴν προμνηστεύεται θάνατος.Ἡ μετὰ τόκον παρθένος ,καὶ μετὰ θάνατον ζῶσα , σῴζεις ἀεί Θεοτόκε τὴν κληρονομίαν Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου