Ἦχος πλ. α΄ Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι Κύριε , παράγων ἐν τῇ ὁδῷ , εὗρες ἄνρωπον τυφλὸν ἐκ γενετῆς , καὶ έκθαμβοι γεγονότες οἱ Μαθηταὶ, ἐπηρώτων σε , λέγοντες· Διδάσκαλε , τὶς ἥμαρτεν ,οὗτος, ἤ οἱ γονεῖς αὐτοῦ, ἴνα τυφλὸς γεννηθῆ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν , οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἴνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με , ἅ οὐδεὶς δύναται ἐργάζεσθαι.Καὶ ταῦτα εἰπών,πτύσας χαμαί, καὶ πηλὸν ποιήσας , ἐπέχρισας τοὺς ὀφθαλμούς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν , ὁ δέ νιψάμενος, ὑγιὴς ἐγένετο , καὶ ἐβόα πρὸς σέ· Πιστεύω ,Κύριε , καὶ προσεκύνησέ σοι.Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου