Δόξα ....ἦχος πλάγιος β΄ Ἀθλητικὴν ὁδεύσασα ὁδόν , προγονικὴν ἐξέφυγες βουλήν , Μαρῖνα πανσεβάσμιε, καὶ ὡς μὲν παρθένος φρονίμη , λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ μάρτυς ἀνδρεία , χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον ,ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου