Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός , καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε , καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἐαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης , ἐγίγνωσκεν ἄν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ , ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν . Ὁ δέ φησι· διδάσκαλε εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι · ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια , ὁ δὲ ἕτερος πεντήκοντα . Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο · τίς οὖν αὐτῶν , εἰπέ , πλεῖον αὐτὸν ἀγαπήσει ; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο . Ὁ δὲ εἶπεν αὐτῷ · ὀρθῶς ἔκρινας . Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη · βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν , ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας · αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τούς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.Φίλημά μου οὐκ ἔδωκας · αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τούς πόδας . Ἐλαίῳ τὴν κεφαλὴν μου οὐκ ἤλειψας · αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας . Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί , ὅτι ἠγάπησε πολύ· ᾦ δὲ ὀλίγον ἀφίεται , ὀλίγον ἀγαπᾷ . Εἶπε δὲ αὐτῇ, ἀφέωνταί σου αἱ ἁμαρτίαι . Κατά Λουκάν Εὐαγγέλιον , κεφ. Ζ' .
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου