«Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ , κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς , καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς .Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἐαυτοὺς λέγοντες · εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν ; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῂ. Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε ; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί . Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτῶν , καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι · ἐμὲ δὲ οὐ πάντοτε ἔχετε . Ὁ ἔσχεν αὔτη ἐποίησε · προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.Ἀμὴν λέγω ὑμῖν, ὅπου ἑὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὁ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς ». Κατά Μάρκον Εὐαγγέλιον ΙΔ' .
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου