Ἀρχική Σελίδα

Τρίτη 23 Απριλίου 2019

«Ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου ...».

«Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ , κατακειμένου αὐτοῦ ἦλθε  γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς , καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς .Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἐαυτοὺς λέγοντες · εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν ; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῂ.   Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε ; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί . Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ' ἑαυτῶν , καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι · ἐμὲ δὲ οὐ πάντοτε ἔχετε . Ὁ ἔσχεν  αὔτη ἐποίησε · προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.Ἀμὴν λέγω ὑμῖν, ὅπου ἑὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὁ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς ». Κατά Μάρκον Εὐαγγέλιον ΙΔ' . 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου